πάντα τὸν τύπον τῆς πίστεως αὐτῷ ἐπιστήσασα. ὁ δὲ χαίρων οὐκ ᾐδεῖτο πρὸς εὐτελοῦς γυναικὸς θεοσέβειαν ἐκμανθάνων· τοὐναντίον δὲ ἐπ᾿ αὐτῇ σεμνυνόμενος εἰς μέσον αὐτὴν ἄγεσθαι ἐπὶ τοῦ πλήθους ἐκέλευσε παρρησιαζόμενος ἐπ᾿ αὐτῇ λέγων· »ὅτι μου ἡ γαμετὴ θάνατον διὰ τῆς προσευχῆς ταύτης διέδρα Χριστοῦ τοῦ παμβασιλέως τῇ
χάριτι«. ἔπειθέ τε τοὺς ὑπηκόους, εἰ θέλοιεν σώζεσθαι, καὶ τὰ αὐτὰ φρονεῖν καὶ τὴν εἰς Χριστὸν αἱρεῖσθαι προσκύνησιν τῶν εἰδώλων καταφρονουντας.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.