ἂν οὔτε τῶν ὑμετέρων ἀλλότρια τρόπων ἐζήτουν οὔτ’ ἐναντία ία τῇ φύσει τῇ παῖδας καὶ γονέας οἰκείως ἔχειν ἀλλήλοις ἐθελούσῃ, ἴσως δ’ ἄν τις ἠγανάκτησε τῶν οὐδ’ ἐν τοῖς πολλοῖς ὑμῖν ἐοικότων, εἰ τοιαύτην αἰτίαν ἐγὼ λαβὼν ὅπως μήτε λόγον μηδένα μήτε δίκην μηδε-
μίαν πατρὶ πατρὶ δοίην διεπραττόμην· ἐπεὶ δέ, ὃ τῆς κρίσεως ἐστιν, ἂν ἀλῶ, πέρας, τοῦτ’ ἂν βουλοίμην ὑπομεῖναι σιωπῇ τοῦ πατρὸς αὐτοῦ τὰ τῆς ψήφου ποιοῦντος, οὐκ οἶδα εἰς τί τις βλέπων ἢ τί τῶν ἁπάν- των ὑφορώμενος οὐκ ἂν δοίη τὴν χάριν.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.