οὖν ἑώρων καὶ ἴ’ νῦν τὸν πατέρα ἐφεστηκότα καὶ τοὺς ἐναντίους ἐμοὶ παρεσκευασμένον πρὸς ὑμᾶς εἰπεῖν λό- 1 γους, οὐδὲν ἂν ὧν διανοοῦμαι φράσας εὐθὺς 1 ἂν ἀποπηδήσας ᾠχόμην εὖ τοῦτο εἰδώς, ὧς ἅπαντα ἂν 2 ἐλέγετο μάτην ἀντιλέγοντός τε καὶ χαλεπαίνοντος ἐκεί- νου· ἐπεὶ δέ, εἰ μηδὲν ἄλλο, τοῦτό γε ἡμῖν ἡ Τύχη κεχάρισται τὸ τὸν μὲν ἀπεῖναι τῆς ἐκκλησίας ἐπ’ ἄλλοις διατρίβοντα, τῶν δ’ ἄλλων τινάς, ὧν οὐδ’ αὐτῶν μὲν ἔνι μοι καταφρονεῖν, οὐ τοσοῦτος δὲ ὅσος ἐκείνου φό-
βος, τοὺς ἐναντιωσομένους εἶναι, ἔχω τινὰς ἐλπίδας πλέον οἴσεσθαι τῆς τούτων φιλονεικίας τὰς τοῦ τοι- αῦτα ἀτυχοῦντος ἐμοῦ δεήσεις.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.