L.
Ἐγράψατό τις τὸν ἑαυτοῦ παῖδα βουλεύσεως. ὁ παῖς ἀκρίτως ἀποθανεῖν ἀξιοῖ κατὰ τὸν περὶ τῶν ἀκρίτων νόμον.
μηδ’ αὖ περὶ τούτων ὁποίων νῦν ἐρῶν ἀφῖγμαι μη- δέποτε λόγους ἐν ὑμῖν ποιήσασθαι· ἐπεὶ δὲ εὔξασθαι μὲν ἅ τις βούλεται ῥᾴδιον, πράττεται δὲ τὰ τῆς ἀνάγ- κης καὶ ταύτην οὐκ ἔνι διαφυγεῖν οὔτε νέοις οὔτε γέρουσιν, ἥκω δεησόμενος ὑμῶν ἄνθρωπος οὐδ’ ἱκανῶς
2 3 4 5 6 7 8 9 10 11 εἰς ὑμᾶς βλέψαι δυνάμενος, τῷ μὲν ἥττων εἶναι τῶν ἐν ταῖς ἐκκλησίαις θορύβων καὶ τῇ τῶν ἐνταυθοῖ πραγμάτων ἀπειρίᾳ νομίζων οὐδαμῶς ἂν ὧν ἐσπούδακα τυχεῖν, τῷ δ’ ὑμᾶς εἶναι φιλανθρώπους καὶ τῷ πε-
παιδεῦσθαι τοὺς ἀτυχοῦντας ἐλεεῖν ἐλπίζων ὅτι με τῆς κρίσεως ἐξελόμενοι τῷ πατρὶ παραδώσετε πρὸς φόνον.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.