ὑμῶν βέλτιόν πως τοῦτο γενέσθαι. ἐκείνως μὲν γὰρ ὁ πατὴρ ἕξει τὴν αἰτίαν ἀντὶ τῶν παροξυνάντων, τὰ γὰρ 1 ἐν ἀπορρήτῳ κατασκευάσματα τοῖς πολλοῖς ἄδηλα, οὕ- τω δέ, ὡς νῦν ἀξιῶ, τῆς οἰκίας ἐκπεσὼν τὸν μὲν ἐλευθερῶ μέμψεως, αὐτὸς δὲ τὴν αἰτίαν οἴσομαι. εἰ δ’ ἀναγκαῖον ἢ τούτῳ τι γενέσθαι δυσχερὲς ἢ ἐμοί, με-
τριώτερον ἐπ’ ἐμὲ τοῦτο ἐλθεῖν ἢ τὸν πατέρα ἐν αἰ- σχύνῃ ποιῆσαι.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.