διόπερ ἀνέστην ἐν χάριτος αἰτήσων μέρει τὸ δοῦναι δίκην ὧν πρότερον ᾔτηκα. τὸν γὰρ ἐν τῷ βουληθῆναι λῦσαι τἀδελφῷ τὴν συμφορὰν πατέρα λυπήσαντα δί- καιον ἐκείνῳ κοινωνῆσαι τῆς συμφορᾶς.
τον | παρ’ ὑμῶν αἰτοῦντος, ἀλλὰ τῶν καινῶν 8 μὲν τούτων ἀφισταμένου, τῶν δὲ ἐν ἔθει δωρεῶν μεμνημένου ταχέως ἂν ὁ πατὴρ ἔδωκε τὴν χάριν ἐκ- βαλών με τῆς οἰκίας. οἱ γὰρ εὔνοιαν μὲν ὑποκρινά- μενοι πρὸς τοῦτον, τὰ δὲ τῶν ἐχθίστων ἐπιδεδειγμένοι
καὶ προφάσεσιν οὐ μεγάλαις ἐκπολεμώσαντες τὸν ἄν- θρωπον τοῖς ἀναγκαίοις τίνες ἔσονται τοιαύτην ἔχον- τες ἀφορμήν, εἰ οὓς ὁ πατὴρ ἐλαύνει, τούτους αὐτὸς ἀγάγοι καὶ πάλιν οἴκαδε;
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.