εἰς γῆρας ἥκουσιν ἢ τὸν περὶ τὸ βῆμα βίον εὐθὺς ἐξ ἀρχῆς ᾑρημένοις, τοῖς μὲν ὁ χρόνος δίδωσι πολλὰ εἰ- δέναι, τοῖς δὲ ἡ μελέτη τὰς περὶ τὸ λέγειν τέχνας· ἐγὼ δέ εἰμι μὲν τηλικοῦτος ἡλίκον ὁρᾶτε, βεβίωκα δὲ ἐν ὅπλοις, ὥστε ὅσον μοι τοῦ σώζειν τὴν πατρίδα δύ-
νᾶσθαι περίεστι, τοσοῦτον τοῦ λέγειν ἱκανῶς ἀπολέ- λειμμαι.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.