νον ἦν τοῦτον τῆς ἐμῆς μεταλαμβάνειν εὐπραξίας· ἐπεὶ δὲ ἀντέκρουσεν ὁ Φθόνος, δεύτερόν μοι κέρδος αὐτὸ τὸ τῶν τούτου μετασχεῖν | κακῶν. ἄλλα 1 ἄλλος, ὦ δικασταί, τῶν ἠριστευκότων θαυμάζει τε καὶ λαβεῖν ἐπιθυμεῖ, ὁ μὲν αἰχμάλωτον ἐν ὥρᾳ οὖσαν, ὁ
δὲ ἐξ αὐτῶν τῶν λαφύρων χρυσόν, ὁ δὲ κτήματα καὶ γεωργίας, ὁ δ’ ἀφ’ ὧν δόξα μᾶλλον ἢ κέρδος. ἐπεθύ- μουν καὶ αὐτὸς ἰδεῖν δι’ ὑμῶν ἐν εἰρήνῃ τὸ γένος. ἔδοξα ληρεῖν, ἥττημαι λόγων. ἐπ’ ἄλλην εἶμι δωρεὰν πρέπουσαν τῷ ἐκείνης ἡμαρτηκότι.
2 3
διδάσκαλος καὶ πάντα ἀκριβῶς οἶδα τὰ τῶν εἰς ταῦτα ἡκόντων καὶ οὐδὲν δεῖ με παρὰ σοῦ μαθεῖν ὡς εἰς τὸ βάραθρον μετριώτερον ἐμπεσεῖν ἢ ταύτην ὑπομεῖναι τὴν τύχην. οἴκοθεν ἔχω τὸν παιδευτήν. εἰ δὲ ἠγνόουν τὰ τῆς ἐκβολῆς δεινὰ καὶ οὐ μᾶλλον ἑτέρου τὸ πρᾶγ-
μὰ ἐξηπιστάμην, οὐκ ἂν πάντων τὸ μέγιστον ἐποιού- μην ἀποδοῦναι τἀδελφῷ τὴν οἰκίαν.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.