αὐτὸς ἀδελφὸν ἐξεληλαμένον καὶ τὸν στέφανον ἀπάγει τῆς κεφαλῆς ἡ Τύχη. εἰ γὰρ τῶν ἑταίρων τις, οὓς ἡ κοινωνία τῶν ἀσκημάτων εἰς εὔνοιαν συνδεῖ, τοιούτῳ περιπεπτώκει κακῷ, μετρίως ἂν ὑμῖν ἐνέγκαι δοκῶ τὴν τοῦ γνωρίμου συμφορὰν ἢ προσελθεῖν τοῖς ἀρι-
στείας καρποῖς ἐν ταῖς τῶν συνήθων κακοπραγίαις; ὑπὲρ οὗ δὲ νῦν ἱκέτευον, ἀδελφός ἐστιν, ὦ πάτερ. τοῦτο δίκαιον ἔν. συμφοιτητής. τουτὶ δεύτερον. αἰδού- μενός με διὰ τέλους. τουτὶ τρίτον. οὐ γὰρ ἐρῶ θρα- σύν, ὦ πάτερ, ὃν ἔγνων ἐπιεικῆ.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.