τὴν χάριν ταύτην, ἐπειδὴ τὴν προτέραν ἐκωλύθητε. ὁρᾶτε, ὦ δικασταί, τοὺς ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασι ζῆν οὐκ ἀξιοῦντας. οὗτοι μὲν τὸν θάνατον ὧς ἐστὶ δεινὸν οὐκ ἀγνοοῦσιν, εἰσὶ γὰρ τῶν ὑπὲρ σωτηρίας εὐξαμένων πολλάκις, ὅμως δὲ ὀρέγονται τελευτᾶν καὶ
τὸν μὲν ἐναντιούμενον ἐχθρόν, τὸν δὲ ἐντιθέντα τὸ ξίφος εὐεργέτην ἡγοῦνται. ταῖς γὰρ τῶν δεομένων ὁτουοῦν ἐπιθυμίαις ὁ συμπράττων φίλος.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.