ἄλλα ἐῶ, τουτὶ δὲ αὐτὸ τὸ παρὸν πόσης δυστυχίας; ὁ μὲν δῆμος ἐν θυσίαις καὶ χαραῖς καὶ γυναῖκες καὶ παῖδες καὶ δοῦλοι τῆς ἀδείας εἰς ἡδονὴν ἀπολαύουσι, μόνος δὲ ὁ τούτων αἴτιος ἐν οἰμωγαῖς, ἐν θρήνοις τῷ φεύγειν τὴν πατρῴαν ἑστίαν. καὶ τῶν μὲν νενικηκό-
τῶν εἰμὶ πολίτης, στένω δὲ μετὰ τῶν ἡττημένων. καὶ τοῖς μὲν ἄλλοις τὸ στεφανηφορεῖν ἀπὸ τῆς ἐμῆς προθυ- μίας, ἐμοὶ δὲ ἀντὶ τούτου παρὰ τοῦ δήμου τὸ δακρύ- ειν. καὶ τῇ μὲν πόλει λῦσαι τοὺς φόβους ἴσχυσα, τῷ δὲ ἀδελφῷ λῦσαι τὴν ἀποκήρυξιν οὐκ ἔσχον, ἀλλ’ ὧν
ἐν προσθήκῃ τεύξεσθαι προσεδόκων οὐδ’ αὐτὰ καθ’ αὑτὰ λαβεῖν δεδύνημαι. καὶ τὸ δεινότατον, κατῄσχυνα τὴν νίκην αἰτήσει πονηρᾷ καὶ σεσωκὼς τοὺς νόμους εἰς ὠμὴν καὶ παράνομον ὑπήχθην δωρεάν.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.