σιγῆς ἀξίους, εὕρηκα, ὦ δικασταί, ἑτέραν δωρεὰν δι’ ἧς ἐλπίζω τὸν πρεσβύτην εὐφρανεῖν. ἢν γὰρ οὐκ ἡδυ- νήθην λῦσαι τἀδελφῷ συμφοράν, ταύτης κοινωνεῖν ἀξιῶ καὶ τῆς οἰκίας μετ’ ἐκείνου στέρεσθαι.
καὶ τὰς τιμὰς αἷς ἀμείβεσθε τῶν ἀριστέων τοὺς κινδύ- 2 3 νοῦς ἐξαριθμήσει μανίας εἶναι λέγων φυγόντα ταῦτα ἑκόντα ἐμβαίνειν εἰς τοσοῦτον κακόν. ἐγὼ δέ, εἰ μὲν ἡ σφοδρὰ λύπη τὸν λογισμὸν ἐξίστησιν, ὁμολογῶ μαί- νεσθαι πρὸς τοσοῦτον ἐπιθυμίας ἥκων. τίς γὰρ ἡ γέ- γονεν ἢ νῦν ἐστιν ἀθλιώτερος ἐμοῦ;
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.