τῶν λογισμῶν καὶ τοῖς μὲν ἀλγῶν, τοῖς δὲ αἰσχυνό- μενος οὐ πάνυ σωφρονῶ. ἀλλ’ εἰ καὶ λίαν τις οὐκ ἐπ’ ἐμαυτοῦ με εἶναι νομίζει, τοσοῦτόν γε ἔχω καθ- ορᾶν ὧς τὰ μὲν λαμπρύνοντα ἄνθρωπον οἶ μὲν εὖ πράττοντες δέχονται καὶ τὸ μὲν πρόσφορον οἷς καιρὸς
1 2 κομίζονται καὶ μέμψις ἄπεστιν, εἰ δέ τις δυσκολίᾳ κεχρημένος καὶ τοὺς οἰκείους ὁρῶν ἐν τοῖς χαλεπωτά- τοις βοηθεῖν ἀδυνατῶν μέμνηται τιμῆς καὶ λαμπρότη- τος ἀντιποιεῖται, τοῦτον καὶ μισοῦμεν καὶ μεμφόμεθα
καὶ θεοῖς ἐχθρὸν ἡγούμεθα. τὸ γὰρ ἄκαιρον ἐν αἰτίᾳ πανταχοῦ.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.