τῶν πολεμίων ἐπίοι, δέξομαι ῥᾳδίως ὑπὲρ σοῦ τὴν πληγήν, τῶν αὐτῶν δ’ ἂν καὶ ἡ μήτηρ τυγχάνοι. ἆρ’ οὖν μοι δώσεις καὶ τρίτον εἰπεῖν ὡς καὶ τὸν ἀδελφὸν τοῦτον αὐτὸν ῥυόμενος πέσοιμ’ ἂν ἡδέως; οὐ γὰρ ὀνόματα ἀπλῶς ἡγοῦμαι τὰς προσηγορίας ταύτας, τὸν 1 2 3 πατέρα καὶ τὴν μητέρα καὶ τὸν παῖδα καὶ τὸν ἀδελ- φόν, ἀλλ’ ἐν ἑκάστῳ τούτων τοῦ στέργειν ἀλλήλους ἀνάγκην τινὰ ἐγκεῖσθαι.
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.