εἶδον ἀποστερούμενον οὐ τοῦ ἡμικληρίου μόνον, ἀλλὰ καὶ τῆς ἐπιτιμίας αὐτῆς. εἰ γὰρ σὺ μὲν ἐτεθνήκεις, ὁ δὲ μετεῖχε μηδενός, αἱ διαθῆκαι δὲ ἀνεγινώσκοντο, τὰ γράμματα δὲ οὐκ εἶχε τὸν ἀδελφόν, τίς ἂν ἦν ὁ λοι- πὸς αὐτῷ βίος; πρὸς τίνα ἂν ἀντέβλεψεν ἢ νέων ἢ
πρεσβυτέρων; ἐπὶ ποίου δ’ ἂν ἐφάνη βήματος; τίνα δ’ ἂν εἶπεν ἐν τῷ δήμῳ λόγον; πῶς δ’ ἂν ἠξίου τῶν κοινῶν ἔχειν τὸ ἴσον ἐπὶ τῶν πατρῴων τοῦτο οὐκ ἐσχηκώς; πρεσβείαν δ’ ἂν τίς ἐνεχείρισε; | στρατη- 1 γὸν δ’ ἂν τίς ἐχειροτόνησεν; ἐκ τίνων δ’ ἂν ἔγημε;
παισὶ δ’ ἂν αὑτοῦ πῶς ἐπετίμησε;
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.