ἀεὶ περὶ ἐμοῦ πρὸς τοὺς δημότας, ταῦτα πρὸς τοὺς φυλέτας, ταῦτα πρὸς τοὺς πολίτας, ταῦτα πρὸς τοὺς ξένους, οὐ τὸν ἐπιεικῆ καὶ πρᾷον, οὐ τὸν αἰδοῦς γέ- μοντα, οὐ τὸν τῆς μητρὸς κατήκοον, οὐ τὸν τοῦ πα- τρός, οὐ τὸν τῶν παιδαγωγῶν; ἐξαίφνης οὖν ἐγὼ περὶ
1 2 σὲ κακός; καὶ λυπεῖν ᾑρούμην οὐ προλελυπημένος, ὃς 3 οὐδὲ προλυπηθεὶς ἀντιλυπεῖν ἐβουλόμην; εἰ μὲν | μανείς, πῶς ἀπαιτοῦμαι δίκην; εἰ δὲ σωφρονῶν, οὐ σωφρονοῦντος τὰ τοιαῦτα.
βοώσης· ἔγγραφε καὶ τὸν ἀπὸ τῶν αὐτῶν σοι γονέων, ὥσθ’ ἡ μὲν χεὶρ ἐμή, πάτερ, ἡ δὲ ἀνάγκη τῆς δαίμονος, ἧς τοὺς νόμους οἱ μὲν χρηστοὶ τηροῦ- σιν, οἱ δὲ χείρονες παραβαίνουσιν.
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.