1 2 τὸν πάλιν καὶ τὴν νόσον ἐροῦμεν καὶ ζητήσομεν φάρ- μακον; ὁ δέ, ὦ πάντων ἀνθρώπων ἀτοπώτατοι, φήσει, ὑμεῖς ἑτοίμου τυχόντες βοηθείας, ἐν χε- ροῖν τὸ θῦμα ἔχοντες, κύριοι τοῦ μηκέτι νοσεῖν
γεγενημένοι λόγων ἠκούετε μετὰ χρησμούς. τί οὖν εἰρωνεύεσθε καὶ ἀνθρώπους ἔχοντες ἡμῶν ἀμείνους οὐ δι’ ἐκείνων ἀπαλλάττεσθε τῶν δυσχερῶν; τί οὖν τότε ποιήσομεν; αἰτιασόμεθα, νὴ Δία, τοὺς τούτῳ βεβοηθηκότας καὶ ὧς οὐκ ἐχρῆν
ὑπαχθῆναι δακρύοντος ἐροῦμεν. ἀλλ’ οὐδὲν ἧττον ἀπο- λούμεθα.
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.