καλούμενος <ὁ θεὸς> ἔτι βοηθῶν συλλήψεται. διὰ ἕν ἀνθρώπους εὐσεβεῖς ἐξέληται κινδύνων; καλόν γε εὐσεβείας τὰ παρόντα τεκμήριον. οὕτως ἡμῖν εἰσάπαξ καθίστησι δυσμενῆ τὸν Πύθιον τὸ τούτῳ πεισθῆναι τήμερον, καὶ δέος ἐστὶν οὐ μικρὸν μὴ καὶ ἄλλο τι τῷ
λοιμῷ προσγένηται καὶ τοῦτ’ ἀνίατον τῇ πόλει τῆς ἐκ Δελφῶν ἡμῖν ἀποκεκομμένης ἐλπίδος.
πόσῳ δὲ δικαιότερον τὸν λαχόντα ἀπελθεῖν;
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.