νύκτωρ περιελθεῖν τὴν χώραν καὶ παρεῖναι δεῖν τῶν μὲν ἄλλων οὐδένα, τὸν υἱὸν δὲ μόνον, ὅν καὶ μόνον οἷόν τε τῶν τοιούτων κοινωνεῖν, τούτων I δὲ 1 οὐ συγχωρουμένων μάτην ἅπαντα πεπράξεσθαι, ἂν τούτοις ὑμᾶς ἀναγκάσῃ τοῖς λόγοις παραδοῦναι τὸν
υἱὸν αὐτῷ, τὴν τῆς πόλεως ἀσφάλειαν, ἔπειτα ἀπιὼν οἴχηται παρὰ τοὺς οὐχ ἡδέως πρὸς ἡμᾶς ἔχοντας, τί χρησόμεθα; εἰπέ μοι. ἐπ’ ἄλλον ἥξομεν; καὶ τίς ἀνέ- ξεται; ἀλλ’ εὑρήσομεν;
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.