τες, μόλις δ’ οὗν ἐπ’ ἐμαυτοῦ γενόμενος ἐσκόπουν ὅπως ἂν τοῦτον ἢ ἀμυναίμην ἢ τῷ φόβῳ ποιήσαιμι βελτίω, καὶ λογιζόμενος εὕρισκον τὸν τοὺς νόμους ἐν ἀρχῇ τεθεικότα τῇ πόλει τὰ μὲν ἄλλα διελόντα καλῶς καὶ τάς τε ἀρετὰς ᾗ χρῆν τετιμηκότα καὶ τοῖς
τὰ ἄλλα ἀδικοῦσιν οὐ κακῶς προσενηνεγμένον, τοῖς 1 2 3 μοιχοῖς δὲ τούτοις οὐ πᾶν ὅσον ἐχρῆν ἐπενεγκόντα. ἀλλ’ ἂν μέν τις ἀφαιρῆται τοῦτον χρημάτων, ἔδωκεν 4 εὐθὺς ἀμυνομένῳ κτεῖναι | καὶ καθαρὸς ὁ τοῦτο δεδρακὼς νενόμισται· τὴν γυναῖκα δὲ ἂν ἀφαιρῆταί
τις τὸν γεγαμηκότα, ἐκβαλὼν γράφου, φησί, καὶ τοῖς θεοῖς εὔχου δικαστηρίου τυχεῖν, κτεῖναι δὲ οὐκ ἔδωκεν.
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.