πεφυκότα ἀναγκάσοντα. οἱ μὲν οὖν ἐπιεικεῖς καὶ μέ- τριοι καὶ τῶν οὐ καλῶν ἐπιθυμιῶν κρείττονες ἐθαύ- μαζον, ἐπῄνουν, πάλαι τοῦτον, ἔφασαν, ἴδει κεῖ- σθαι τὸν νόμον· ὁ δὲ λαμπρὸς οὑτοσὶ καὶ μέγας καὶ τὰς τῶν πενήτων οἰκίας καταθέων εἰδὼς ἐφ’ ἑαυτῷ
πρώτῳ κεισόμενον τὸν νόμον ἠγανάκτει, διέβαλλεν, ἔτρεμεν, ἐμισθοῦτο ῥήτορας, ἐκράτει λόγοις τῶν δι- καίων καὶ κεκωλυκὼς κύριον γενέσθαι τὸν νόμον παρα- κολουθῶν μοι μετὰ τῶν πολλῶν κολάκων κατεγέλα τωθάζων καὶ νομοθέτην καλῶν.
μαγωγούς, ῥήτορας, ἰδιώτας, φυλὰς τοσαύτας, πολίτας, μετοίκους, ξένους, ὧν ἀπάντων ἐν ταῖς ψυχαῖς κατε- γνωσμένος περιέρχεται τὰ τούτῳ πραττόμενα καὶ εἰ- δότων ἀκριβῶς καὶ οὐ σιωπώντων. ἴστε δέ, ὦ δι- κασταί, πολλάκις μὲν εἴρηται, πολλάκις δ’ ἀκηκόατε.
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.