τοῖς ἐπιτηδείοις τοῖς ἐμοῖς δεινὸν εἶναι μηδέποτ’ ἐμὲ ταῦτα πυθέσθαι καὶ προσελθόντες καὶ βλέψαντες εἰς γῆν καὶ σιγήσαντες χρόνον τινὰ καὶ δακρύσαντες, ὦ βέλτιστε, ἔλεγον, ἔδει μὲν ἡμᾶς ἀμείνω σοι μη- νύειν ἔχειν, τῶν πραγμάτων δὲ οὐ τοιαῦτα δι-
δόντων ὅτι μὲν λυπήσομεν εἰπόντες οὐκ ἀγνο- οῦμεν, εἰπεῖν δ’ ἂν εἴη μᾶλλον ἢ σιγῆσαι τῶν φίλων. καὶ διεξῄεσαν δὴ ταῦτα ἃ νῦν ἐγὼ πρὸς ὑμᾶς.
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.