λακὶς μὲν αὐτοὶ παρ’ ἡμῶν, πολλάκις δὲ ὐπ’ ἐκείνων ἡμεῖς ἠλαυνόμεθα, ἐνδεδωκότων δὲ τῶν σὺν ἐμοὶ καὶ τὴν ἐπὶ τὸ τεῖχος περισκοπούντων ὁδὸν μόνος λοιπὸν κατὰ πάντων ἐχώρουν, μόνος τὴν πυκνὴν τῶν πολε- μίων διέρρηξα φάλαγγα. καὶ θαρρεῖν μὲν αὖθις τοὺς
ἐμοὺς διὰ τὴν ἐμὴν ἐποίουν ἀνδρίαν, οἱ δὲ τότε ὧς ἐφ’ ἕρμαιον ἥκοντες οὐ μεθ’ ὁμοίου τοῦ σχήματος ἀνεχώρουν, ἀλλ’ οἱ μὲν ἔπιπτον, οἱ δὲ ἡλίσκοντο, οἱ δὲ τὸν | περὶ τῆς ψυχῆς ἔθεον δρόμον ἐκ πολλῶν 1 ὀλίγ’ οἱ καὶ πολλοὶ κατ’ ὀλίγους καὶ οὗ δυνατὸν ἦν
δραπετεύοντες.
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.