δήμου φωνῇ καὶ λαβεῖν ὅσα ἤθελον ἐπιτρέποντος οὐ 1 2 3 στεφάνους ἔχειν, οὐκ ἀτέλειαν ἤθελον, οὐ χαλκῆς τυ- χεῖν ἐδεόμην εἰκόνος, ἀλλ’ ἐπειδή μοι προσδοκώμενος αὖθις ἔμελε πόλεμος καὶ φήμη πονηρὰ καὶ πολεμίων ἰσχὺς πανταχόθεν ἀγειρομένων, τοῦ μὲν πολλοῦ κατε-
φρόνησα κέρδους, τῆς δὲ κοινῆς ἀσφαλείας ἀντεποιού- μην καὶ μίαν εἶδον σωτηρίας ὁδὸν μηδένα εἶναι τῆς πόλεως ἔξω μηδὲ τοὺς διὰ συκοφαντίαν φεύγοντας προσθήκην ἐᾶν τοῖς πολεμίοις γενέσθαι μεγάλην.
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.