μὲν γὰρ ἕτεροι μὲν οἱ τότε τιμήσαντες, ἄλλοι δὲ οἱ νῦν δικάζοντες ἦσαν καὶ οὔτε τῆς δι’ ἡμᾶς ἀσφαλείας οὔτε τῆς εἰς ἐμὲ μετείχετε ψήφου., εἰκότως ἂν εὐλα- βούμην μὴ μελέτην οὗτος καὶ βίον ἔχων τὰ δικαστήρια περιέσται ῥᾳδίως τοῦ μηδὲν ἕτερον τέως ἢ πολεμίους
νικᾶν ἐγνωκότος· ἐπειδὴ δὲ μέρος ὑμεῖς μοι τοῦ τετι- μηκότος γεγόνατε δήμου καὶ τὰς ἐμὰς ἀεὶ μετὰ τῶν ἄλλων ᾄδετε νίκας, οὐκ εὐλαβοῦμαι τοῦ κατηγόρου τὴν τέχνην, οὐ δέδοικα γλῶτταν γενναίαν ψευδεῖς ἔχουσαν λογισμούς.
τὸν τῆς εἰρήνης εἶναι καιρὸν καὶ τοὺς πολλῶν ἡμᾶς ἀπαλλάξαντας κινδύνων τοὺς ἰδία πταίσαντας ἐπ- ανορθοῦσθαι πολίτας. παντὸς μὲν οὖν διὰ ταῦτα κατε- φρόνησα κέρδους καὶ οὐ μεταμέλει μοι τῆς εὐβουλίας, περιέστησε δέ μοι τὸ πρᾶγμα συκοφάντης ἄνθρωπος
καὶ κακίας ἔλεγχον ποιεῖται τὰ φιλανθρωπίας γενόμενα | χάριν.
ροκάλου τὸ πρᾶγμα· νῦν δὲ ἡ πονηρὰ τούτου βουλὴ 4 5 6 7 καὶ ἡ παράδοξος κατ’ ἐμοῦ τῆς τυραννίδος γραφὴ ἀναγκάζει με συντόμως τά τε περὶ τὸν πόλεμον ὅπως εἶχεν εἰπεῖν καὶ μεθ’ ἧς ταῦτα ᾔτουν διηγήσασθαι γνώμης. ἔχει γὰρ οὕτως.
μον τοὺς οὐδὲν ἢ μικρὸν λυπήσαντας ἔπειθον τῇ τῶν κρειττόνων μεταστάσει τὰς πρώτας ἔχειν αὐτοὶ τιμὰς τῆς πολιτείας ἐλπίζοντες. ὧς δὲ οἱ μὲν τοὺς γενναίους καὶ μεγαλόφρονας ἤλαυνον πολίτας, ἐκηρύττετο δὲ τοῖς πολεμίοις τὸ πρᾶγμα, ἐλάνθανε δὲ αὐτοὺς τῶν
γινομένων οὐδέν, τότε πρῶτον μεγάλας κατὰ τῆς πό- λεως ἔσχον ἐλπίδας, ὅτε τοὺς ἀμύνοντας οὐκ εἶχεν ὁ δῆμος, ὅτε τῶν διωκόντων πλείους ἦσαν οἱ φεύγοντες.
φρονεῖσθαι τοὺς λειπομένους ποιοῦσα, ὡς δὲ οἱ μὲν κατελθεῖν διὰ τοὺς ἔνδον συκοφάντας κατέδεισαν, οἱ 8 9 10 δὲ ἐξελθεῖν διὰ τοὺς περικαθημένους ἔφριττον δυσμε- νεῖς, πρῶτος τῶν πολιτῶν ὡπλιζόμην καὶ τοῖς πολλοῖς ἀρετῆς ἐφάνην εἰκών. συρραξάντων δὲ ἡμῶν τοῖς ἐπελθοῦσιν ἀσπὶς μὲν τέως ἀντέκρουεν ἀσπίδι, χρησι- μώτερα δὲ ἡμῖν τῶν βελῶν ἦσαν τὰ ξίφη.
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.