αὐτὸν ταῦτα λέγειν πικρός, οὐκ ἀγαθὴ τῆς πόλεως κεκίνηκε πρόνοια. τί γάρ με μὴ ταύτην ἐπὶ τῶν φυ- γάδων τὴν κατηγορίαν ἐγράψατο; τί δὲ μὴ ἐπὶ τῶν ἀτίμων φιλόπολις ἐφάνη κατήγορος; ἀλλὰ τοὺς μὲν ἐπανελθόντας, τοὺς δὲ τιμωμένους ὁρῶν ἐκαρτέρει.
οὐκοῦν τὴν νῦν βασκανίαν ἡ τότε σιωπὴ διελέγχει καὶ μόνοις ἄχθεσθαι τοῖς δεσμώταις δοκεῖ ἀθρόα νῦν ἄγων εἰς μέσον ἃ κατὰ διαφόρους μοι πέπρακται χρόνους;
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.