ταῦτα μὲν καὶ τὰ τοιαῦτα διέπτυον, τὸ δὲ λεῖπον τῇ κοινῇ τῆς πόλεως εὐδαιμονίᾳ ζητῶν τῶν δεσμῶν τοὺς παρὰ τὸ οἴκημα ταλαιπωροῦντας ἀφῆκα οὐ τὰς ἐκεί- νων ἀποδεξάμενος πράξεις οὐδὲ δορυφόρους ἔχειν αὐ- τοὺς ἐπὶ τῆς καλῆς τυραννίδος ἐλπίζων ἀλλὰ σκοπῶν,
ὅπερ εἰκός, ὡς πονηρὰ φύσις ἀνελπίστου τυχοῦσα συγ- 2 3 γνώμης δυσωπεῖται τὴν χάριν καὶ μεταβάλλει τοὺς τρόπους καὶ μετανοεῖν οὐκ ἐᾷ τοὺς τιμήσαντας.
μεγαλοψυχίαν καὶ τοιοῦτον ἔφασκον οὔπω πολίτην ἰδεῖν, μόνος δὲ ὁ βάσκανος οὗτος περιστρέφει τὰ πράγ- ματα καὶ τυραννίδος ὑποψίαν ἐμβάλλει τὴν ὑπὲρ τῶν ἀτυχούντων σπουδὴν ἔλεγχον τῆς κατὰ τῶν εὐτυχούν- των ἐπιβουλῆς ποιεῖσθαι νομίζων
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.