τοιούσδε πρὸς ἐμὲ διεξήρχετο λόγους· ἡμεῖς, ὦ γεν- ναιότατε, πολλὰ καὶ καλὰ παθόντες ὑπὸ σοῦ οὐδὲν τέως τὸν σὸν ὠφελήσαμεν οἶκον οὐδὲ δωρεὰν ἔσχες, ἀλλὰ μόνος τῶν ἀριστέων μεγάλα 1 2 μὲν ἡμᾶς ἐκ τῆς ἀνδρίας, μείζονα δ’ ἐκ τῶν αἰτήσεων ὤνησας τοσαύτην προσθήκην ἀνδρῶν ταῖς τῆς πόλεως παρασχόμενος χρείαις. οὓς γὰρ ἀπατώμενος ὁ πᾶς ἤλαυνε δῆμος, μόνος σωφρο-
νῶν ἐπανήγαγες καὶ νῦν τρίτην σοι χάριν ὑπὲρ τρίτης ὀφείλομεν ἀριστείας. οὐκοῦν χρήματα αἴτει. ἀτέλειαν λάμβανε. τὰ χρησιμώτατά σοι λοιπὸν σκόπει τῆς πόλεως δῶρα. πλουτεῖ διὰ σὲ σωμάτων ἡ πόλις. πλουτείτω σοι μᾶλλον καὶ
δι’ ἡμῶν χρημάτων ὁ οἶκος.
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.