καὶ εὔλογος αἰδὼς λαμπροτέρα πικροῦ νενόμισται φό- βου ὁ μὲν γὰρ μόνῃ τῇ τύχῃ κρατῶν καὶ τὴν ὠμό- τητα καλὸν τῆς ἀρχῆς νομίζων ἐνέχυρον δεδιὼς πολι- τεύεται καὶ τρέμων καὶ ἀεί τι παθεῖν προσδεχόμενος ὅμοιον, ὁ δὲ τοὺς πολλοὺς ταῖς εὐεργεσίαις καταδου-
λούμενος καὶ φρόνημα ἔχων ὑπὲρ μὲν τῆς πόλεως μέ- γα, πρὸς δὲ αὐτὴν ἴσον ἀμετάθετον ἔχει τὴν εὔνοιαν ἀεὶ τῆς μνήμης ἀνανεούσης τὴν χάριν. πολλὴ γοῦν μοι παρὰ πᾶσιν ὑπῆρχεν αἰδὼς καὶ προσηγορίας ὰπήλαυον 1 2 3 4 ἐντίμου τῶν πολιτῶν τοὺς μὲν εἶναι, τοὺς δὲ καὶ εὖ εἶναι πεποιηκώς.
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.