τῶν πολεμίων ἰδεῖν ἀνεμείναμεν ἐφόδους οὐδ’ ἐν ἐκεί- ἐκείνοις εἶναι παρέσχομεν τὸ ποιεῖν ἡμᾶς, ὅταν ἐθέλωσιν, ἀνδρείους, λογιζόμενοι δὲ καλῶς ὡς οἱ τοῖς πρώτοις στρατεύσασιν ἀντεπιόντες καὶ τοὺς κινδύνους εἰς τὴν ἐκείνων μεταστήσαντες γῆν τὴν ἐκ τῆς ἀνδρίας δόξαν
μετὰ τῆς τοῦ δικαίου λαμβάνουσι μοίρας καὶ τὴν ἀρε- τὴν ἄμεμπτον αὐτοῖς ἡ πρώτη δείκνυσιν ἔφοδος, ταῦ- τὰ εἰδότες ἐπὶ τὴν ἐκείνων ὡρμήσαμεν γῆν μείζονι δι- δάξαι πείρᾳ τοὺς ἀνοήτους σπουδάζοντες οἵαν θήραν 1 μετῆλθον.
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.