ὅσα τὸν δῆμον οἱ κατελθόντες ὤνησαν φυγάδες ἡδέως λύειν τὰς τῶν πολιτῶν ἐσπούδαζον ὕβρεις. ὁρῶν γὰρ ὅτι πολλοὶ τῶν μεγάλα πράττειν ὑπὲρ τῆς πόλεως εἰ- δότων καὶ πολλὴν τῆς εἰς τὸν δῆμον εὐνοίας δειξάν- των τὴν πεῖραν ἄτιμοι μὲν ἐξ ἐντίμων, ἄδοξοι δὲ ἐξ
ἐνδόξων γεγόνασι καὶ τὴν προθυμίαν ἡ ὕβρις ἀνέ- κοπτε, μίαν πάλιν τῆς ἀριστείας ᾔτησα δωρεὰν τοὺς 1 διὰ συκοφαντίαν ἀτίμους τῆς ἀρχαίας ἀπολαύειν αἰ- δοῦς καὶ μηδὲν τῶν ἄλλων διαφέρειν τοὺς ἐκ τῶν αὐτῶν γεγονότας, ἀλλὰ κοινωνοὺς εἶναι νόμων ἅμα καὶ πολιτείας καὶ μάχης. ἐπαινεσάντων δὲ πάντων καὶ
φιλόπολιν αὖθίς με διὰ ταῦτα καὶ δημοτικὸν ὀνομα- ζόντων ἐλύετο μὲν θᾶττον ἡ ἀτιμία, προθυμότεροι δὲ ἦσαν οἱ τιμηθέντες πάντα λοιπὸν σὺν ἡμῖν ἀγαπῶντες ποιεῖν τε καὶ πάσχειν.
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.