ἄοκνος πρόφασιν ῥᾳθυμίας οὐκ ἔχουσα, μικρὸν εἰς χεῖρας ἐλθόντες ἐπὶ πόδα ἀνεχώρουν ὥσπερ τινὰ Γοργὼ τὴν 1 2 3 4 ἐμὴν ὁρῶντες ἀσπίδα. ἐπειδὴ δὲ πᾶσα μὲν αὐτῶν κατ- είληπτο χώρα, φεύγειν δὲ οὐδὲ βουλομένοις ἐνῆν, μηχανήματα δὲ ἡμῖν ἡτοίμαστο καὶ κατὰ τοῦ τείχους ὁ πόλεμος ἦν, ἔγνωσαν ὅπερ ἐχρῆν. πρεσβεῖαι γὰρ εὐθὺς πρὸς ἡμᾶς καὶ λόγοι ταπεινοὶ καὶ φρόνημα μέ-
τρίον καὶ πολλαὶ τῶν ταῦτα πεισάντων αὐτοὺς ποιεῖν ἦσαν κατηγορίαι.
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.