ὅτι καὶ τὰ ἔπη καὶ τὰ μέλη τῶν εἰς τὸν πλοῦτον ὕμνων ἐνέπλησαν τὴν ἀρετὴν καὶ τὴν δόξαν ὥσπερ ἐφόλκια δόντες αὐτῷ καὶ καλοῦντες εὐρυσθενῆ, καὶ μάλα εἰκότως. ὃς γὰρ ἤδη καὶ ξένοις πολιτείαν ἔδωκε
καὶ γένους αἰσχύνην ἔκρυψε καὶ κλέος ἀνωνύμοις προσῆψε καὶ φρονήσεως δόξαν τοῖς ἀνοήτοις ἤνεγκε, πῶς οὐ πάντα ἀπολέλοιπεν ἰσχύι; τοῦτον ἤδη τινὲς καὶ συγγενείας προὔθεσαν, καὶ παρῆλθεν ὁ πλοῦτος τὰ τῆς φύσεως ἀναγκαῖα.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.