καὶ διὰ τούτων; οὐ ταῦτα καὶ πόλεις οἰκίζει καὶ βασι- λείας ποιεῖ καὶ τρόπαιον ἐγείρει καὶ γάμους συνίστησι καὶ φίλους ἐπισπᾶται καὶ νόσους ἀπαλλάττει; ταῦτα τέχνας εὗρε, ταῦτ’ ἔπεισε τὴν θάλατταν πλεῖν καὶ περὶ τὴν γῆν φιλοτεχνεῖν καὶ λόγους ἀσκεῖν καὶ στέρ-
γειν γονεῖς. μετὰ τούτων καὶ τοὺς γνωρίμους ὠφελοῦ- μεν καὶ τοὺς δυσμενεῖς λυποῦμεν καὶ νεὼς οἰκοδο- μούμεθα καὶ ἀγάλματα δημιουργοῦμεν καὶ θυσίας θύο- μεν καὶ κόσμον ἀναθημάτων ἀγείρομεν.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.