ποὺς; οἱ πάντων κρατοῦντες θεοὶ τὸ χρυσίον ἀγαπῶσι, καὶ τῷ Διὶ τοὔδαφος ἐκεῖθεν. καὶ τέρπονται τοῖς 1 2 3 4 5 6 χαριστηρίοις κἂν ἐλλείπῃ, σφοδρότερον τῶν δανειζόν- των εἰσπράττουσιν. ἀλλ’ ὁ γενναῖος οὗτος σεμνότερός ἐστι τῶν θεῶν καὶ οὐκ οἶδεν ὅτι Δήμητρός ἐστι παι- δίον ὁ Πλοῦτος, οὕτω δ’ ἔχει ταραχωδῶς ὥστε κατα- γελᾷ μὲν τῆς ἐμῆς περὶ τὰ χρήματα σπουδῆς, δακρύει 7 δέ, εἰ μὴ τῶν ἐμῶν κληρονομοίη. μαθέτω δὴ τῇ ψήφῳ σωφρονεῖν ἐν ταῖς αἰτήσεσι. δότε μοι κατ’ ἐμαυτὸν στένειν, ὦ δικασταί, δότε. τάχ’ ἂν γενοίμην ῥᾴων μὴ τοῦτον ὀρῶν.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.