κοὶ τε ἔστιν ἔχειν καὶ ἀποδημοῦντα φέρειν, οὕτω σύ μοι δεῖξον ἐν ποίῳ βαλαντίῳ τὴν δόξαν κατακλείσας ἔχεις καὶ τί δύναιο ἂν τῶν ὠνίων ταύτῃ πρίασθαι, ποῖον βοῦν; τίνα ὑφαντά; εἰσφορὰν δὲ τίνα ἂν κατα- βάλοις ἐκεῖθεν φέρων; τίς οὖν ἡ τῆς δόξης ἰσχὺς ἧς
οὐδεμία χρῆσις ἐν τοῖς κοινωνήμασιν;
περιθέσθαι. σὺ δὲ ἀντ’ οὐδενὸς τὸν δῆμον συνῆγες καὶ οὐκ ἠβουλήθης ἰδεῖν ὅτι δωρεὰ κέρδος ἔχουσα μετὰ τῆς ὠφελείας φέρει τὸν κόσμον, ὥστ’ εἰ καὶ ἀργύριον ἀπῄεις λαβών, τό γε ὡς ἀριστέα λαμβάνειν ἐσώζετ’ ἄν.
κατὰ ψήφισμα. καλῶς. ἔδει τοίνυν χρυσοῦν εἶναι τὸν στέφανον, ὥστε τῷ μὲν χρυσῷ κερδαίνειν, τῷ δὲ στε- φάνῳ σεμνύνεσθαι. ὁρᾷς δὲ καὶ τὸν δῆμον οὕτως ὑπὸ τῶν συμμάχων τιμώμενον καὶ οὐ θαλλὸν αὐτῷ παρὰ τῶν σωθέντων πεμπόμενον. ὕβρις γὰρ τοῦτό γε.
ὑπὸ μειρακίων ἀποπλήκτων ἢ σοφιστῶν τερατολόγων 6 7 8 ἢ γερόντων παραληρούντων ἐμποδὼν ἔστης ἐπειγομένῳ Πλούτῳ πρὸς τὴν ἡμετέραν I ἑστίαν καὶ κατα- 9 δύεσθαι δέον ἀγάλλῃ καὶ περὶ τῆς δόξης ὡς μεγίστου διαλέγῃ.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.