οἶνος καὶ οἱ ἐμοὶ πυροὶ τοσοῦτον, ὦ βέλτιστε, ἐποίησαν. λόγισαι χιτωνίσκους καὶ τρίβωνας καὶ στρώματα καὶ τιμὴν τὴν ἐφ’ ἑκάστῳ. ἀλλ’ αὐτὰ τὰ ὅπλα δι’ ὧν κεκράτηκας τίνος; ὁ δὲ γύλιος, ὁ δὲ σκευοφόρος οὐ πάντα ἐμά; πῶς οὖν οἶόν τε ζῆν μὲν σὲ δι’ ἐμέ, ἐμὲ
δὲ μὴ ποιεῖσθαι σαυτοῦ κύριον; ἢ σοῦ μὲν ἐγὼ κύριος, σὺ δὲ τῆς δωρεᾶς; καὶ πῶς ἔνεστι;
μοι λέγεις, τὰ τῶν ἀλαζόνων, τὰ τῶν δοξοκοπούντων, 1 2 3 παρ’ οἶς οὐδὲν ἂν εὕροις ἤ γνάθους πεφυσημένας, τὰ δ’ ἔνδον λιμὸς πολύς. ἐκεῖνοί σε ταῦτα ἐπαίδευσαν. δι’ ἐκείνους τὰς φρένας νοσεῖς. τοῦτο καὶ τοὺς ἀθλίους ἀθλητὰς ἀπολώλεκεν, οἳ πειθόμενοι τὸν Ὀλυμπίασι κότινον οὐκ ἄλλο τι ἢ κότινον εἶναι οἰδημάτων μὲν
καὶ τραυμάτων ἐπανίασι γέμοντες, μικρὸν δὲ ὕστερον προσαιτοῦντες ἀποζῶσι.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.