τὸ δεδοικέναι τὴν ἀποκήρυξιν ἱκανὴ διδαχή. εἰ γὰρ μέγα καὶ σεμνὸν καὶ δαιμόνιον ἡ δόξα καὶ τοιοῦτον οἷον ἀπ’ αὐτῆς τὸν κεκτημένον διάγειν, τί δέδοικας, εἰ μηκέτι τῶν ἐμῶν προσάψῃ; οὐ ῥήτορας παραστησά- μενον βιάζεσθαι δεῖ καὶ διὰ τῶν δικαστῶν εὑρίσκεσθαι
τὸ μετέχειν τῶν πατρῴων, ἀλλ’ ἐπὶ τῆς ἐκκλησίας φανῆναι τοιοῦτον ὥστε με προκυλινδεῖσθαί σου καὶ προσκυνεῖν σωτῆρα καὶ εὐεργέτην καὶ ἔρεισμα καὶ ὀφθαλμὸν καὶ κρηπῖδα καὶ τὰ κάλλιστα κατονομάζοντα.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.