μὴ λαμβάνειν παρ’ ἐμοῦ μισθὸν τὴν ἑταίραν ὡς μὴ δυναμένου μου διδόναι, εἰ δὲ μή, παρ’ ἐκείνην αὐτὸν ἀφικόμενον, — φοβοῦνται δὲ ὑμᾶς μόνους αἱ ἑταῖραι τοὺς ῥήτορας ὡς καὶ κατηγοροῦντας ῥᾳδίως αὐτῶν καὶ λοιδορουμένους ἐν οἶς συγγράφετε λόγοις —
εἰπεῖν πρὸς αὐτὴν ἐπάραντα τὴν φωνήν· τί τοῦτο; πολίτην ἄνθρωπον, ἀστὸν ἐξ ἀμφοῖν, προσ- 1 2 3 4 ἔχοντα ἑαυτῷ, πόνῳ πολλῷ χρυσίον ὀλίγον κτη- σάμενον καὶ μὴ δυνάμενον τοῦτο ῥιπτεῖν ἐξ- ἐξαγαγεῖν ἑαυτὸν ἠνάγκασας ἐκ τοῦ βίου καὶ πο- λίτου χρηστοῦ τὴν πόλιν ἀποστερεῖς;
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.