σφόδρα ἀγανακτεῖ καὶ πέμπειν ἐπ’ αὐτὴν ἑτοίμη τοὺς Σκύθας, κἂν προσέθηκεν, εὖ οἶδ’ ὅτι χρήματα, ἔνα μηκέτ’ αὐτὴν ἐνοχλῶ τοῦ λοιποῦ. οὑ γενομένου ἐγὼ μὲν ἂν μακάριος ἦν ἐκ τῶν φιλτάτων χειρῶν χρυσίον δεχόμενος, σοὶ δὲ μισθὸν μὲν οὐκ ἂν ἔδωκα τοῦ χρυ-
σίου, εὐεργέτην δ’ ἂν εἰς τὸν ἅπαντα χρόνον ἀνέ- γραψα. εἰ δὲ τοῦτο μὲν οὐ ποιεῖς, ἐχθρὰ δὲ ἀφίης ῥή- ῥήματα καὶ τοῖς τῆς ἑταίρας ταὐτά, οὐ δέομαι συμβούλου κενοῦντός μοι τὸ κιβώτιον. ἃ γὰρ ἐμαυτῷ συνεβοΙ λεῦσα, πολλῷ τῶν σῶν αἱρετώτερα, ἀπελθεῖν ἐκ τοῦ
βίου πρίν τινα I ἰδεῖν τῶν ἐμῶν κυριεύοντα. 1
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.