φροντίδος, πολλάκις δὲ μεταξὺ τούτων ἐπὶ τὴν ἐρω- μένην ἀφέλκομαι καὶ στένω πάλιν καὶ κόπτω τὴν κεφαλὴν κἀκ τῆς κλίνης ἀναπηδῶ συνεχῶς καὶ παῖδα καλῶ μηδὲν δεόμενος καὶ προσελθόντα μηδὲν προστά- ξας ἀπέπεμψα. καὶ νυκτὸς μὲν οὔσης τὴν ἡμέραν
ποθῶ, ἐν ἡμέρᾳ δὲ ἡ νὺξ αὖθις αἱρετωτέρα. ἴν, ὧς ἐν τοσούτοις κακοῖς, ἀγαθὸν ἔχω· μισῶ τὴν τροφὴν καὶ ἢ παντελῶς οὐ προσίεμαι ἢ σφόδρα ὀλίγην καὶ 1 2 3 ταύτην οὐκ ἐγὼ πριάμενος, ἀλλ’ ἐλεοῦσά με ἡ γραῦς ἢ ὁ Κερδῶν οὐκ οἶδ’ ὅθεν λαβόντες προσφέρουσι.
διαφθείρεις με, ὦ ἄνθρωπε, πρὸ τοῦ κωνείου καὶ οὐδ’ ἄχρι τῆς ψήφου τῶν βουλευτῶν βιῶναί μοι συγχωρεῖς. οἷα γάρ, ὦ θεοί, παραινεῖς. ἀποσυλῆσαι μὲν ἐμαυτόν, ἐνθεῖναι δὲ ἑτέραις χερσὶ τἀμά.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.