τὰ ἐργαστήρια δίδωσι. τοιαῦτα γὰρ τἀμὰ κτήματα οὐ τέρψιν διδόντα τοῖς ὀφθαλμοῖς, ἀλλ’ ἀργύριον τῇ χειρί. κἂν εἰς ἀγρὸν ἔλθῃ τις ἐμόν, οὐ δένδρα ὄψεται 1 2 3 μακρὰ καὶ ἄκαρπα στοιχηδὸν ἑστῶτα καὶ τὸν ἥλιον ἀποκλείοντα τοῖς βαδίζουσιν, οὐ λουτρὰ δὶς μὲν ἢ τρὶς τὸν δεσπότην λούσοντα, τὸν δὲ ἄλλον χρόνον ἐννήχειν ἑστῶτα τοῖς τῶν ἀγροίκων παιδίοις, οὐδὲ οἰκήσεις ἀρκούσας μὲν ὄχλῳ πολλῷ, μὴ δ’ ἕνα ἄνθρωπον ὑπο-
δεχομένας καὶ γῆν πολλὴν μὲν ἐπεχούσας, σκιαζούσας δὲ πλείονα, ἢν ἂν εἴ τις κατέσπειρε κέρδος ἦν οὐκ ὀλίγον.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.