ἰσχάδας. ἃ κἀν ταῖς ἀρούραις ὄντα μόνον οὐκ ἀριθμή- σας τοῖς φύλαξι παραδίδωμι καὶ τεθέντων εἴσω μὴ ὅτι ἄνθρωπος, ἀλλ’ οὐδ’ ἂν μῦς ἢ ὄρνεον λάβοι. δῶ- ρον μὲν γὰρ ἂν αἰτῇ τις καὶ σκώπτῃ μὴ διδόντα, ἔσκωψε μέν, οὐκ ἔλαβε δέ· πωλῶ δὲ οὐχ ὅτε ὑμεῖς,
ῥίψαι γὰρ ἄμεινον, ἀλλ’ ὅτε σίτου μέδιμνος καὶ οἴνου κεράμιον τῶν φιλτάτων ὑμῖν τιμιώτερα καὶ οὐχ ὅσου 1 δεῖ πρίασθαι, ἀλλὰ πρίασθαι μόνον πᾶς τις ἂν εὔξαιτο.
’μαι ψυχὴν ἔχειν, εἰ μὴ γίνονται αὖοι τοσούτων ἀλφί- των καὶ κριθῶν ἀναλισκομένων, ἀλλ’ ἔμοιγε ὁ Κερδῶν ἕπεται μόνος, ᾧ καὶ πρὸς τοὔνομα χαίρω καὶ ὅτι χρείαν ὄνου πληροῖ τὰ στρώματα φέρων, ἐλθὼν δὲ οὐ δέομαι πλατυτάτης οἰκήσεως, ἀλλ’ εἰς του τῶν γεωρ-
γῶν ἑνὸς εἰσοικίζομαι τῷ ἐκείνου σκιμποδίῳ καὶ τρα- 2 πεζίῳ χρώμενος, ἐσθίων ὅσα κἀκεῖνος, Ι κυάμους, κρόμμυα, τῶν ἀγρίων λαχάνων.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.