συνήθους λαμβάνουσιν οἱ πρῶτοι παραγενόμενοι, οὐ πρύτανις ἔφθασεν, ὦ βουλή, οὐ πρόεδρος, οὐχ ὁ τὰς κλεῖς ἔχων τῆς πνυκὸς ἐπιστάτης. οἶδα πολλάκις, νὴ τοὺς θεούς, καὶ πρὸ τῶν τοξοτῶν ἀφικόμενος, καὶ λα- βὼν ἂν τὸν τοῦ τάχους μισθὸν προσελάμβανον αὖθις
τὸν τῆς ἐκκλησίας καὶ οὕτως ἐπληροῦτο τὸ τοῦ ἔπους τὸ ἔνθα κ’ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.
τοῖς ὠνουμένοις, ὅσα τοῖς διαθήκας γράφουσι, κιχρῶν τὴν χεῖρα πανταχοῦ καὶ παρέχων ἰσχὺν τοῖς ἐκείνων 5 γράμμασι διὰ τῶν ἐμαυτοῦ. Ι εἰ γοῦν καταμάθοι τις τἀν τῇ πόλει γραμματεῖα οὐχ ἑνὸς ἔτους οὐδὲ δυοῖν, ἀλλὰ τόσων καὶ τόσων, τὰ πλεῖστα ἂν εὕροι
τῇ ἐμῇ χειρὶ βεβαιούμενα. ὧν τὸ κέρδος ὅστις φυ- λάττοι καθάπερ κἀγώ, οὐδένα ἂν εὕροι τῶν εὐφορω- τάτων ἀγρῶν τοσαύτην ἀποφέροντα πρόσοδον.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.