ἔργοις συνεχῶς, χειμῶνος μὲν προστιθεμένου ταῖς ἡμέραις μέρους τῆς νυκτὸς οὐ μικροῦ, τοῦ θέρους δὲ οὐδενὸς τῆς ἡμέρας μέρους ὕπνῳ διδομένου. καὶ τὸ 1 2 3 πρᾶγμα κοῦφον ἦν τοῖς οἰκέταις τῷ καὶ ἡμᾶς κοινω- νεῖν τῶν πόνων. ταῦτα δὲ ἐφέρομεν ῥᾳδίως τῷ μὴ βαρύνεσθαι κρέασί τε καὶ ποτοῖς καὶ μαγείρων τέχναις. ἤρκει γὰρ τὰ ἀπὸ γῆς καὶ δένδρων, σῦκα, βότρυες, λάχανα, οἶνος ὀλίγ’ ὃς, ὕδωρ πολύ. τὸ δὲ ἀπ’ αὐτῶν
γινόμενον ἦν ἀργύριον, καλὸς τῆς ἐγκρατείας μισθός. ἤδη τινὸς τῶν φίλων πέμψαντος ἰχθὺν καὶ ὄρνιν ἥσθην μὲν φαγών, ἦν δὲ τὸ πλέον τῆς ἡδονῆς ἐν τῷ μὴ πριάμενον ἔχειν ἐσθίειν.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.