αὖ περὶ τὰς ἐσθῆτας μηδὲν ποιεῖσθαι μάταιον ἀνά- λωμα. χρυσοφορεῖν δὲ ἐπέτρεπον καὶ ταύτῃ καλλωπί- ζειν καὶ δέρην καὶ χεῖρας καὶ πόδας. τὸ μὲν γὰρ ψιμύθιον, ἔφην, καὶ τὰ τοιαῦτα περιπλύνεται καὶ δεῖ πάλιν ἑτέρου καὶ δαπάνης ἑτέρας, τὰ
χρυσία δὲ οἱάπερ ἦν μένει καὶ οὐδὲ τὰ τῶν ἱματίων ταῦτά γε δεῖ πάσχειν οὐδὲ τρίβεσθαι τὰ τούτοις συμβαίνοντα.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.