ἦν κληρονόμος ἀκριβῶς τῆς ἐκείνου προαιρέσεως καὶ διῃτώμην τε ᾗπερ ἐκεῖνος καὶ ὅπως τι καθ’ ἡμέραν ἢ μικρὸν ἢ μεῖζον προσθῶ τοῖς οὖσι μάλιστα ἐφρόν- τιζον καὶ γυναῖκά τε ἠγαγόμην πλείω μᾶλλον κεκτη- μένην ἢ καλήν, ᾔδειν γὰρ οὐδεμίαν οὖσαν ἀπὸ τοῦ
κάλλους πρόσοδον, ἀλλὰ τὰ χρήματα μὲν τοῦ χρόνου προἰόντος ἐπιδιδόντα, τὴν ὥραν δὲ ἀναλισκομένην ὥσπερ ὑπὸ τῶν ἀσώτων τὴν οὐσίαν, ἴν τε τοῖς γάμοις αὐτοῖς ἑωρᾶτέ με τοῦ πατρὸς μεμνημένον ἀριθμῷ δᾴ- δων, ἀριθμῷ δαιτυμόνων, τῷ μέτρῳ τῆς ἐδωδῆς. τί
γὰρ ἔδει πολλοῦ πυρὸς ἀρκοῦντος ἐλάττονος; τί δὲ εἰς δεῖπνα Ι μέρος τῆς προικὸς οὐκ ὀλίγον δαπανᾶν 1 καὶ τοὺς μὲν ἀποπέμπειν ἐμπεπλησμένους, αὐτὸν δὲ ὕστερον λογιζόμενον ἀλγεῖν;
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.