ὀρθοῦσθαι δυναμένων φυλάξαι μὲν ἃ παρέλαβον οὐ βουληθέντων, τοῖς δὲ τὰ αὑτῶν ηὐξηκόσι φθονούντων. καί τις εἶπέ που λέγων· τοῦτον δὲ πλουτεῖν καὶ κεκτῆσθαι τοσαῦτα; Ι τούτῳ δὲ ἑκάστην 1 ἡμέραν ἀργύριον φέρειν; τί τὴν πόλιν ἀδικοῦντι,
βέλτιστε; πρόσθες γάρ, εἴπερ ἔχεις. ἀλλ’ οὐκ ἂν ἔχοις.
ἀλλ’ ὀβολὸν ὀβολῷ προστιθεὶς καὶ δραχμῇ δραχμὴν καὶ ταῖς τοῦ σώματος ἡδοναῖς οὐδαμῶς χαριζόμενος μαίνεσθαι μὲν νομίζων τοὺς κυβεύοντας, μαίνεσθαι δὲ τοὺς ἑταίρας τρέφοντας, μαίνεσθαι δὲ τοὺς ὑπερ- εσθίοντας καὶ οὐ λογιζομένους ὅτι κρεῖττον ἐν βα-
λαντίῳ φρουρεῖσθαι τὸ χρυσίον ἢ διὰ τῆς γαστρὸς διεξιὸν ἀπολωλέναι. ἃ πολλάκις ἐγκατέλιπε τῷ σώ- ματι μέγα τι καὶ ἀνίατον κακόν, ταῦτα πολλοὺς ἐξέβαλε τῶν πατρῴων, ταῦτα πτωχοὺς οὐκ ὀλίγους ἔδειξεν, οὓς νόμος ἀφαιρεῖται τὴν παρρησίαν δέον
τὰς ψυχάς, ὥσπερ τοὺς τῶν πατρίδων προδότας. καὶ γὰρ οὗτοι τῶν οἰκείων προδόται.
πυγμῆς τινος ἢ πάλης, ἐγὼ δὲ ἀντὶ ματαίου θέας εἶχον ὀβολούς.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.