μὲν γὰρ νόσον δύναιτ’ ἂν ἐλαφρὰν ποιεῖν τὸ χρυσίον, ὁ δ’ ὑγιαίνων ἐν πενίᾳ στένει τῶν ἀρρώστων πλέον καὶ ἡ τῆς ὑγείας χάρις τῇ τῶν χρημάτων ἀπουσίᾳ διαφθείρεται. πάλιν τοὺς παῖδας εὐξαίμην ἂν ζῆν ὄντων ἡμῖν χρημάτων, εἰ δ’ ἡ Τύχη θάτερον νέμοι,
βούλεσθέ με εἰπεῖν ἃ φρονῶ; τὸ πλουτεῖν παίδων οὐκ ὄντων τοῦ πένεσθαι μετὰ παίδων προτιμότερον. τί γὰρ δεῖ βλέποντας εἰς ἀλλήλους δακρύειν, ὅ πενία ποιεῖν πέφυκε;
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.