συνειλεγμένον, μένει δὲ τὸ παρὰ τῶν θεῶν δοθέν, 1 2 3 4 φεύγω τὸν θάνατον, ἐπιθυμῶ ζῆν, εὐεργέτης ὁ κω- λύων τελευτᾶν· εἰ δὲ ἔχετε τὰ ἐμὰ καὶ γέγονέ μοι 5 χείρω τὰ ἔνδον καὶ πενέστερος | ἐγὼ χιλίαις, τί θαυμαστὸν εἰ γλυκὺν νομίζω τὸν θάνατον; ἢ ὅτι μὴ
ὅλης τῆς οὐσίας ἐκβέβλημαι; τότε δὴ οὐκ ἂν ὑμῖν ὑπὲρ κωνείου διελεγόμην οὐδ’ ἂν ἔδει με δεῦρο κατα- φυγόντα πείθειν ὑμᾶς ἀποκτεῖναί με. τὸ γὰρ τῆς συμφορᾶς μέγεθος ἀπέχρησεν ἂν ὀξύτερόν με σιδήρου κατενεγκεῖν. δήμευσις μὲν οὖν τῶν ὄντων ἐκεῖνο ἂν
ἐποίει, αἱ δὲ χίλιαι οὐ τοῦτο;
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.